Ancient Greek · ~3 min
Δ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.9
Not analysed yet
πρόσβορρος δὲ τόπος ἄλλος τῆς Ὀξείας Καμπῆς ἐστιν, ὃν καλοῦσι Βοηδρίαν· φύεσθαι δέ φασι καὶ κατὰ ταύτην εὐγενῆ τὸν κάλαμον. τὸ δὲ ὅλον, οὗ ἂν ᾖ βαθύγειον καὶ εὔγειον χωρίον καὶ ἰλυῶδες καὶ ὁ Κηφισὸς ἀναμίσγεται καὶ πρὸς τούτοις βάθυσμα τῆς λίμνης, κάλλιστον γίνεσθαι κάλαμον. περὶ γὰρ τὴν Ὀξεῖαν Καμπὴν καὶ τὴν Βοηδρίαν πάντα ταῦτα ὑπάρχειν. ὅτι δὲ ὁ Κηφισὸς μεγάλην ἔχει ῥοπὴν εἰς τὸ ποιεῖν καλὸν τὸν κάλαμον σημεῖον ἔχουσι· καθ᾿ ὃν γὰρ τόπον ὁ Μέλας καλούμενος ἐμβάλλει βαθείας οὔσης τῆς λίμνης καὶ τοῦ ἐδάφους εὐγείου καὶ ἰλυώδους, ἢ ὅλως μὴ γίνεσθαι ἢ φαῦλον. ἡ μὲν οὖν γένεσις καὶ φύσις τοῦ αὐλητικοῦ καὶ ἡ κατεργασία καὶ τίνας ἔχει διαφορὰς πρὸς τοὺς ἄλλους ἱκανῶς εἰρήσθω.