Ancient Greek · ~3 min
Γ, Chapter 12
Theophrastus, Enquiry into Plants 12.2-2
Not analysed yet
τὸ δ᾿ ὕψος τοῦ ἄρρενος δώδεκα μάλιστα πηχέων, ἡλίκη τῶν σαρισσῶν ἡ μεγίστη· τὸ γὰρ ὅλον στέλεχος ὕψος οὐκ ἴσχει. φασὶ δ᾿ οἱ μὲν ἐν τῇ Ἴδῃ τῇ Τρωάδι τὸ μὲν ἄρρεν ἄκαρπον εἶναι τὸ δὲ θῆλυ κάρπιμον. πυρῆνα δ᾿ ὁ καρπὸς ἔχει παραπλήσιον ἐλάᾳ, καὶ ἐσθιόμενος γλυκὺς καὶ εὐώδης· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, καὶ ἀπανθεῖ δὲ καὶ καρποφορεῖ τὸν αὐτὸν τρόπον τῷ ἐξ ἑνὸς μίσχου πλείους ἔχειν, σχεδὸν δὲ καὶ τοῖς χρόνοις παραπλησίως. οἱ δ᾿ ἐν Μακεδονίᾳ καρποφορεῖν μὲν ἄμφω φασὶν τὸν δὲ τῆς θηλείας ἄβρωτον εἶναι· τὰς ῥίζας δ᾿ ὁμοίας ἔχει ταῖς ἄγνοις ἰσχυρὰς καὶ ἀνωλέθρους. γίνεται δὲ καὶ περὶ τὰ ἔφυδρα καὶ οὐκ ἐν τοῖς ξηροῖς μόνον· φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος.