Ancient Greek · ~3 min
Γ, Chapter 12
Theophrastus, Enquiry into Plants 12.3-2
Not analysed yet
Κέδρον δὲ οἱ μέν φασιν εἶναι διττήν, τὴν μὲν Λυκίαν τὴν δὲ Φοινικῆν, οἱ δὲ μονοειδῆ, καθάπερ οἱ ἐν τῇ Ἴδῃ. παρόμοιον δὲ τῇ ἀρκεύθῳ, διαφέρει δὲ μάλιστα τῷ φύλλῳ· τὸ μὲν γὰρ τῆς κέδρου σκληρὸν καὶ ὀξὺ καὶ ἀκανθῶδες, τὸ δὲ τῆς ἀρκεύθου μαλακώτερον· δοκεῖ δὲ καὶ ὑψηλοφυέστερον εἶναι ἡ ἄρκευθος· οὐ μὴν ἀλλ᾿ ἔνιοί γε οὐ διαιροῦσι τοῖς ὀνόμασιν ἀλλ᾿ ἄμφω καλοῦσι κέδρους, πλὴν παρασήμως τὴν κέδρον ὀξύκεδρον. ὀζώδη δ᾿ ἄμφω καὶ πολυμάσχαλα καὶ ἐπεστραμμένα ἔχοντα τὰ ξύλα· μήτραν δ᾿ ἡ μὲν ἄρκευθος ἔχει μικρὰν καὶ πυκνὴν καὶ ὅταν κοπῇ ταχὺ σηπομένην· ἡ δὲ κέδρος τὸ πλεῖστον ἐγκάρδιον καὶ ἀσαπές, ἐρυθροκάρδια δ᾿ ἄμφω· καὶ ἡ μὲν τῆς κέδρου εὐώδης ἡ δὲ τῆς ἑτέρας οὔ.