Ancient Greek · ~2 min
Δ, Chapter 12
Theophrastus, Enquiry into Plants 12.3-3
Not analysed yet
ῥίζαν δὲ ἔχει μακρὰν καὶ παχυτέραν πολὺ τοῦ σχοίνου· αὕτη δ' αὐαίνεται καθ' ἕκαστον ἐνιαυτόν, εἶθ’ ἑτέρα πάλιν ἀπὸ τῆς κεφαλῆς τοῦ σχοίνου καθίεται· τοῦτο δὲ καὶ ἐν τῇ ὄψει φανερὸν ἰδεῖν τὰς μὲν αὔας τὰς δὲ χλωρὰς καθιεμένας· ἡ δὲ κεφαλὴ ὁμοία τῇ τῶν κρομύων καὶ τῇ τῶν γητείων, συμπεφυκυῖά πως ἐκ πλειόνων εἰς ταὐτὸ καὶ πλατεῖα κάτωθεν ἔχουσα κελύφη ὑπέρυθρα. συμβαίνει δ᾿ οὖν ἴδιον ἐπὶ τῶν ῥιζῶν εἰ αὐαίνονται κατ᾿ ἐνιαυτὸν καὶ ἐκ τοῦ ἄνωθεν πάλιν ἡ γένεσις. τῶν μὲν οὖν σχοίνων τοιαύτη τις φύσις.