Ancient Greek · ~3 min
Δ, Chapter 12
Theophrastus, Enquiry into Plants 12.2-3
Not analysed yet
Ἡ μὲν οὖν μελαγκρανὶς αὐτός τις καθ' αὑτόν· ὁ δ’ ὀξὺς καὶ ὁλόσχοινος ἐκ τοῦ αὐτοῦ φύονται· ὃ καὶ ἄτοπον φαίνεται, καὶ θαυμαστόν γ’ ἦν ἰδεῖν ὅλης κομισθείσης τῆς σχοινιᾶς· οἱ πολλοὶ γὰρ ἦσαν ἄκαρποι πεφυκότες ἐκ τοῦ αὐτοῦ, κάρπιμοι δὲ ὀλίγοι. τοῦτο μὲν οὖν ἐπίσκεπτέον. ἐλάττους δὲ ὅλως οἱ κάρπιμοι· πρὸς γὰρ τὰ πλέγματα χρησιμώτερος ὁ ὁλόσχοινος διὰ τὸ σαρκῶδες καὶ μαλακόν. κορυνᾷ δ’ ὅλως ὁ κάρπιμος ἐξ αὐτοῦ τοῦ γραμμώδους ἐξοιδήσας, κἄπειτα ἐκτίκτει καθάπερ ὠά. πρὸς μιᾷ γὰρ ἀρχῇ γραμμώδει ἔχει τοὺς περισταχυώδεις μίσχους, ἐφ’ ὦν ἄκρων παραπλαγίους τὰς τῶν ἀγγείων ἔχει στρογγυλότητας ὑποχασκούσας· ἐν τούτοις δὲ τὸ σπερμάτιον ἀκιδῶδές ἐστι μέλαν ἑκάστῳ προσεμφερὲς τῷ τοῦ ἀστερίσκου πλὴν ἀμενηνότερον.