Ancient Greek · ~2 min
Η, Chapter 12
Theophrastus, Enquiry into Plants 12.3-4
Not analysed yet
Ἀλλὰ ἡ τοῦ φασγάνου καλουμένου γλυκεῖά τε ἑψηθεῖσα, καὶ τριφθεῖσα μιγνυμένη τῷ ἀλεύρῳ ποιεῖ τὸν ἄρτον γλυκὺν καὶ ἀσινῆ· στρογγύλη δέ ἐστι καὶ ἄφλοιος καὶ ἀποφύσεις ἔχουσα μικράς, ὥσπερ τὸ γήθυον· πολλὰς δὲ εὑρίσκουσιν ἐν ταῖς σκαλοπιαῖς· χαίρει γὰρ καὶ συλλέγει τὸ ζῶον. Ἡ δὲ τοῦ θησείου τῇ μὲν γεύσει πικρά, τριβομένη δὲ κοιλίαν ὑποκαθαίρει. φαρμακώδεις δέ τινές εἰσι καὶ ἕτεραι, πολλῶν δὲ οὔτε φαρμακώδεις οὔτε ἐδώδιμοι. καὶ αὗται μὲν ἐν ταῖς ῥίζαις αἱ διαφοραί.