Ancient Greek · ~2 min
Η, Chapter 12
Theophrastus, Enquiry into Plants 12.2-4
Not analysed yet
Ἐδώδιμος δὲ καὶ ἡ τοῦ ἄρου καὶ αὐτὴ καὶ τὰ φύλλα προαφεψηθέντα ἐν ὄξει καί ἐστιν ἡδεῖά τε καὶ πρὸς τὰ ῥήγματα ἀγαθή. πρὸς δὲ τὴν αὔξησιν αὐτῆς, ὅταν ἀποφυλλίσωσιν, ἔχει δὲ μέγα σφόδρα τὸ φύλλον, ἀνορύξαντες στρέφουσιν, ὅπως ἂν μὴ διαβλαστάνῃ ἀλλὰ πᾶσαν ἕλκῃ τὴν τροφὴν εἰς ἑαυτήν, ὃ καὶ ἐπὶ τῶν βολβῶν τινες ποιοῦσι συντιθέντες· ἡ δὲ τοῦ δρακοντίου, καλοῦσι γάρ τι δρακόντιον ἄρον διὰ τὸ τὸν καυλὸν ἔχειν τινὰ ποικιλίαν, ἄβρωτος καὶ φαρμακώδης.