Ancient Greek · ~2 min
I, Chapter 12
Theophrastus, Enquiry into Plants 12.3-5
Not analysed yet
Μήκωνες δ᾿ εἰσὶν ἄγριαι πλείους· ἡ μὲν κερατῖτις καλουμένη μέλαινα· ταύτης τὸ φύλλον ὥσπερ φλόμου τῆς μελαίνης ἧττον δὲ μέλαν, τοῦ δὲ καυλοῦ τὸ ὕψος ὡς πηχυαῖον, ῥίζα δὲ παχεῖα καὶ ἐπιπόλαιος, ὁ δὲ καρπὸς καμπύλος ὥσπερ κεράτιον· συλλέγεται δὲ περὶ πυροτομίας. δύναται δὲ καθαίρειν κοιλίαν, τὸ δὲ φύλλον ἄργεμα προβάτοις ἀφαιρεῖν. φύεται δὲ παρὰ θάλατταν, οὗ ἂν ᾖ πετρώδη χωρία.