Ancient Greek · ~2 min
12.4 to 12.5
Theophrastus, Enquiry into Plants 12.4-4-5
Not analysed yet
Ἑτέρα δὲ μήκων ῥοιὰς καλουμένη παρομοία κιχορίῳ τῷ ἀγρίῳ, δι᾿ ὃ καὶ ἐσθίεται· ἐν τοῖς ἀρουραίοις δὲ φύεται, μάλιστα ἐν ταῖς κριθαῖς· ἄνθος δ᾿ ἔχει ἐρυθρὸν κωδύαν δ᾿ ὅσην ὄνυχα τοῦ δακτύλου. συλλέγεται δὲ πρὸ τοῦ θερισμοῦ τῶν κριθῶν, ἐγχλωροτέρα δὲ μᾶλλον. καθαίρει δὲ κάτω. Ἑτέρα δὲ μήκων Ἡρακλεία καλεῖται τὸ μὲν φύλλον ἔχουσα οἶον στρουθός, ᾧ τὰ ὀθόνια λευκαίνουσι, ῥίζαν δὲ λεπτὴν ἐπιπόλαιον, τὸν δὲ καρπὸν λευκόν. ταύτης ἡ ῥίζα καθαίρει ἄνω· χρῶνται δέ τινες πρὸς τοὺς ἐπιλήπτους ἐν μελικράτῳ. ταῦτα μὲν οὖν ὥσπερ ὁμωνυμίᾳ τινὶ συνείληπται.