Ancient Greek · ~4 min
Γ, Chapter 12
Theophrastus, Enquiry into Plants 12.5
Not analysed yet
Μεσπίλης δ᾿ ἐστὶ τρία γένη, ἀνθηδὼν σατάνειος ἀνθηδονοειδής, ὡς οἱ περὶ τὴν Ἴδην διαιροῦσι. φέρει δὲ ἡ μὲν σατάνειος τὸν καρπὸν μείζω καὶ λευκότερον καὶ χαυνότερον καὶ τοὺς πυρῆνας ἔχοντα μαλακωτέρους· αἱ δ᾿ ἕτεραι ἐλάττω τέ τι καὶ εὐωδέστερον καὶ στρυφνότερον. ὥστε δύνασθαι πλείω χρόνον θησαυρίζεσθαι. πυκνότερον δὲ καὶ τὸ ξύλον τούτων καὶ ξανθότερον. τὰ δ᾿ ἄλλα ὅμοιον. τὸ δ᾿ ἄνθος πασῶν ὅμοιον ἀμυγδαλῇ, πλὴν οὐκ ἐρυθρὸν ὥσπερ ἐκεῖνο ἀλλ᾿ ἐγχλωρότερονμεγέθει μέγα τὸ δένδρον καὶ περίκομον. φύλλον δὲ τὸ μὲν ἐπὶ πολυσχιδὲς δὲ καὶ ἐν ἄκρῳ σελινοειδές, τὸ δ᾿ ἐπὶ τῶν παλαιοτέρων πολυσχιδὲς σφόδρα καὶ ἐγγωνοειδὲς μείζοσι σχίσμασι, τετανὸν ἰνῶδες λεπτότερον σελίνου καὶ προμηκέστερον καὶ τὸ ὅλον καὶ τὰ σχίσματα, περικεχαραγμένον δὲ ὅλον· μίσχον δ᾿ ἔχει λεπτὸν μακρόν· πρὸ τοῦ φυλλορροεῖν δ᾿ ἐρυθραίνεται σφόδρα. πολύρριζον δὲ τὸ δένδρον καὶ βαθύρριζον· δι᾿ ὃ καὶ χρόνιον καὶ δυσώλεθρον. καὶ τὸ ξύλον ἔχει πυκνὸν καὶ στερεὸν καὶ ἀσαπές.