Ancient Greek · ~2 min
Γ, Chapter 12
Theophrastus, Enquiry into Plants 12.6
Not analysed yet
φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος. νόσημα δὲ αὐτῶν ἐστιν ὥστε γηράσκοντα σκωληκόβρωτα γίνεσθαι· καὶ οἱ σκώληκες μεγάλοι καὶ ἴδιοι ἢ οἱ ἐκ τῶν δένδρων τῶν ἄλλων. Τῶν δ᾿ οἰῶν δύο γένη ποιοῦσι, τὸ μὲν δὴ καρποφόρον θῆλυ τὸ δὲ ἄρρεν ἄκαρπον· οὐ μὴν ἀλλὰ διαφέρουσι τοῖς καρποῖς, τῷ τὰς μὲν στρογγύλον τὰς δὲ προμήκη τὰς δ' ὠοειδῆ φέρειν. διαφέρουσι δὲ καὶ τοῖς χυλοῖς· ὡς γὰρ ἐπὶ τὸ πᾶν εὐωδέστερα και γλυκύτερα τὰ στρογγύλα, τὰ δ᾿ ὠοειδῆ πολλάκις ἐστὶν ὀξέα καὶ ἧττον εὐώδη.