Ancient Greek · ~3 min
Γ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.1-2
Not analysed yet
ΧΙΙΙ. Ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι· μεγέθει μὲν μέγα· καὶ γὰρ εἰς τέτταρας καὶ εἴκοσι πήχεις· ἔστι δ᾿ ὀρθοφυὲς σφόδρα· πάχος δὲ ὥστε καὶ δίπηχυν τὴν περίμετρον ἀπὸ τῆς ῥίζης ἔχειν. φύλλον δ᾿ ὅμοιον τῷ τῆς μεσπίλης σκληρὸν δὲ σφόδρα καὶ παχύτερον, ὥστε τῇ χροιᾷ πόρρωθεν φανερὸν εἶναι τὸ δένδρον. φλοιὸν δὲ τὴν λειότητα καὶ τὴν χρόαν καὶ τὸ πάχος ὅμοιον φιλύρᾳ, δι᾿ ὃ καὶ τὰς κίστας ἐξ αὐτοῦ ποιοῦσιν ὥσπερ καὶ ἐκ τοῦ τῆς φιλύρας. περιπέφυκε δὲ οὗτος οὔτε ὀρθοφυὴς οὔτε κύκλῳ κατ᾿ ἶσον, ἀλλ᾿ ἑλικηδὸν περιείληφε κάτωθεν ἄνω προσάγων, ὥσπερ ἡ διαγραφὴ τῶν φύλλων· και λοπιζόμενος οὗτος ἐντδέρεται, ἐκεῖνος δ᾿ ἐπίτομος γίνεται καὶ οὐ δύναται· μέρος δ᾿ αὐτοῦ τι τὸν αὐτὸν τρόπον ἀφαιρεῖται κατὰ πάχος σχιζόμενον λεπτὸν ὡς ἂν φύλλον, τὸ δὲ λοιπὸν προσμένειν τε δύναται καὶ σώζει τὸ δένδρον ὡσαύτως περιπεφυκός.