Ancient Greek · ~3 min
Γ, Chapter 12
Theophrastus, Enquiry into Plants 12.9
Not analysed yet
ἀνάκανθον δέ ἐστι καὶ ἡ οἴη καὶ ἡ μεσπίλη· φλοιὸν δ᾿ ἔχει λεῖον ὑπολίπαρον. ὅσαπερ μὴ γεράνδρυα, τὴν δὲ χρόαν ξανθὸν ἐπιλευκαίνοντα· τὰ δὲ γεράνδρυα τραχὺν καὶ μέλανα. τὸ δὲ δένδρον εὐμεγεθες ὀρθοφυὲς εὔρυθμον τῇ κόμῃ· σχεδὸν γὰρ ὡς ἐπὶ τὸ πολὺ στροβιλοειδὲς σχῆμα λαμβάνει κατὰ τὴν κόμην. ἐὰν μή τι ἐμποδίσῃ. τὸ δὲ ξύλον στερεὸν πυκνὸν ἰσχυρὸν εὔχρουν, ῥίζας δὲ οὐ πολλὰς μὲν οὐδὲ κατὰ βάθους, ἰσχυρὰς δὲ καὶ παχείας καὶ ἀνω- λέθρους ἔχει. φύεται δὲ καὶ ἀπὸ ῥίζης καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· τόπον δὲ ζητεῖ ψυχρὸν ἔνικμον, φιλόζωον δ᾿ ἐν τούτῳ καὶ δυσώλεθρον· οὐ μὴν ἀλλὰ καὶ φύεται ἐν τοῖς ὄρεσιν.