Ancient Greek · ~3 min
Δ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.1-3
Not analysed yet
XIII. Περὶ δὲ βραχυβιότητος φυτῶν καὶ δένδρων τῶν ἐνύδρων ἐπὶ τοσοῦτον ἔχομεν ὡς ἂν καθ᾿ ὅλου λέγοντες, ὅτι βραχυβιώτερα τῶν χερσαίων ἐστί, καθάπερ καὶ τὰ ζῶα. τοὺς δὲ καθ᾿ ἕκαστον βίους ἱστορῆσαι δεῖ τῶν χερσαίων. τὰ μὲν οὖν ἄγριά φασιν οὐδεμίαν ἔχειν ὡς εἰπεῖν οἱ ὀρεοτύποι διαφοράν, ἀλλὰ πάντα εἶναι μακρόβια καὶ οὐθὲν βραχύβιον· αὐτὸ μὲν τοῦτο ἴσως ἀληθὲς λέγοντες· ἀπαντα γὰρ ὑπερτείνει πολὺ τὴν τῶν ἄλλων ζωήν. οὐ μὴν ἀλλ᾿ ὅμως ἐστὶ τὰ μὲν μᾶλλον τὰ δ᾿ ἦττον μακρόβια, καθάπερ ἐν τοῖς ἡμέροις· ποῖα δὲ ταῦτα σκεπτέον. τὰ δὲ ἥμερα φανερῶς διαφέρει τῷ τὰ μὲν εἶναι μακρόβια τὰ δὲ βραχύβια· ὡς δ’ ἁπλῶς εἰπεῖν τὰ ἄγρια τῶν ἡμέρων μακροβιώτερα καὶ ὅλως τῷ γένει καὶ τὰ ἀντιδιῃρημένα καθ' ἕκαστον, οἶον κότινος ἐλάας καὶ ἀχρὰς ἀπίου ἐρινεὸς συκῆς· ἰσχυρότερα γὰρ καὶ πυκνότερα καὶ ἀγονώτερα τοῖς περικαρπίοις.