Ancient Greek · ~4 min
Δ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.2-3
Not analysed yet
Τὴν δὲ μακροβιότητα μαρτυροῦσιν ἐπί γέ τινων καὶ ἡμέρων καὶ ἀγρίων καὶ αἱ παραδεδομέναι φῆμαι παρὰ τῶν μυθολόγων· ἐλάαν μὲν γὰρ λέγουσι τὴν Ἀθήνῃσι, φοίνικα δὲ τὸν ἐν Δήλῳ. κότινον δὲ τὸν ἐν Ὀλυμπίᾳ, ἀφ’ οὗ ὁ στέφανος· φηγοὺς δὲ τὰς ἐν Ἰλίῳ τὰς ἐπὶ τοῦ Ἴλου μνήματος· τινὲς δέ φασι καὶ τὴν ἐν Δελφοῖς πλάτανον Ἀγαμέμνονα φυτεῦσαι καὶ τὴν ἐν Καφύαις τῆς Ἀρκαδίας. ταῦτα μὲν οὖν ὅπως ἔχει τάχ’ ἂν ἕτερος εἴη λόγος· ὅτι δέ ἐστι μεγάλη διαφορὰ τῶν δένδρων φανερόν· μακρόβια μὲν γὰρ τά τε προειρημένα καὶ ἕτερα πλείω· βραχύβια δὲ καὶ τὰ τοιαῦτα ὁμολογουμένως, οἶον ῥοιὰ συκῆ μηλέα, καὶ τούτων ἡ ἠρινὴ μᾶλλον καὶ ἡ γλυκεῖα τῆς ὀξείας, ὥσπερ τῶν ῥοῶν ἡ ἀπύρηνος. βραχύβια δὲ καὶ ἀμπέλων ἔνια γένη καὶ μάλιστα τὰ πολύκαρπα· δοκεῖ δὲ καὶ τὰ πάρυδρα βραχυβιώτερα τῶν ἐν τοῖς ξηροῖς εἶναι, οἶον ἰτέα λεύκη ἀκτ ὴ αἴγειρος.