Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.2
Not analysed yet
Ἐν δὲ τοῖς ἐπετείοις σχεδὸν τά γε πλείω τοιαῦτα καὶ δίχροα καὶ διανθῆ. λέγω δὲ διανθὲς ὅτι ἕτερον ἄνθος ἐν τῷ ἄνθει ἔχει κατὰ μέσον. ὥσπερ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὸ ἴον τὸ μέλαν. ἔνια δὲ καὶ μονόφυλλα φύεται διαγραφὴν ἔχοντα μόνον τῶν πλειόνων, ὥσπερ τὸ τῆς ἰασιώνης· οὐ γὰρ κεχώρισται ταύτης ἐν τῷ ἄνθει τὸ φύλλον ἕκαστον· οὐδὲ δὴ τοῦ λειρίου τὸ κάτω μέρος, ἀλλὰ ἐκ τῶν ἄκρων ἀποφύσεις γωνιώδεις. σχεδὸν δὲ καὶ τὸ τῆς ἐλάας τοιοῦτόν ἐστιν.