Ancient Greek · ~4 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.3
Not analysed yet
Διαφέρει δὲ καὶ κατὰ τὴν ἔκφυσιν καὶ θέσιν· τὰ μὲν γὰρ ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον ἄμπελος ἐλάα· ἧς καὶ ἀποπίπτοντα διατετρημενα φαίνεται, καὶ τοῦτο σημεῖον λαμβάνουσιν εἰ καλῶς ἀπήνθηκεν· ἐὰν γὰρ συγκαυθῇ ἢ βρεχθῇ, συναποβάλλει τὸν καρπὸν καὶ οὐ τετρημένον γίγνεται· σχεδὸν δὲ καὶ τὰ πολλὰ τῶν ἀνθῶν ἐν μέσῳ τὸ περικάρπιον ἔχει, τάχα δὲ καὶ ἐπ᾿ αὐτοῦ τοῦ περικαρπίου, καθάπερ ῥόα μελέα ἄπιος κοκκυμηλεα μύρρινος, καὶ τῶν γε φρυγανικῶν ῥοδωνία καὶ τὰ πολλὰ τῶν στεφανωτικῶν· κάτω γὰρ ὑπὸ τὸ ἄνθος ἔχει τὰ σπέρματα· φανερώτατον δὲ ἐπὶ τοῦ ῥόδου διὰ τὸν ὄγκον. ἔνια δὲ καὶ ἐπ᾿ αὐτῶν τῶν σπερμάτων, ὥσπερ ὁ ἄκανος καὶ ὁ κνῆκος καὶ πάντα τὰ ἀκανώδη· καθ᾿ ἕκαστον γὰρ ἔχει τὸ ἄνθος. ὁμοίως δὲ καὶ τῶν ποιωδῶν ἔνια, καθάπερ τὸ ἄνθεμον· ἐν δὲ τοῖς λαχανηροῖς ὅ τε σίκυος καὶ ἡ κολοκύντη καὶ ἡ σικύα· πάντα γὰρ ἐπὶ τῶν καρπῶν ἔχει καὶ προσαυξανομένων ἐπιμένει τὰ ἄνθη πολὺν χρόνον.