Ancient Greek · ~2 min
Η, Chapter 13
Theophrastus, Enquiry into Plants 13.4-4
Not analysed yet
Ἅπαντα μὲν οὖν φιλόζωα τὰ κεφαλόρριζα μάλιστα δ᾿ ἡ σκίλλα· καὶ γὰρ κρεμαννυμένη ζῇ καὶ πλεῖστόν γε χρόνον διαμένει· δύναται δὲ καὶ τὰ θησαυριζόμενα σώζειν, ὥσπερ τὴν ῥόαν ἐμπηγνυμένου τοῦ μίσχου, καὶ τῶν φυτευομένων δ᾿ ἔνια βλαστάνει θᾶττον ἐν αὐτῇ· λέγεται δὲ καὶ πρὸ τῶν θυρῶν τῆς εἰσόδου φυτευθεῖσαν ἀλεξητήριον εἶναι τῆς ἐπιφερομένης δηλήσεως. πάντα δὲ ταῦτα ἀθρόα φύεται, καθάπερ καὶ τὰ κρόμυα καὶ τὰ σκόροδα· παραβλαστάνουσι γὰρ ἀπὸ τῆς ῥίζης· ἔνια δὲ καὶ ἀπὸ τοῦ σπέρματος φανερῶς, οἷον ὅ τε ἀνθέρικος καὶ τὸ λείριον καὶ τὸ φάσγανον καὶ ὁ βολβός.