Ancient Greek
Η, Chapter 13
Theophrastus, Enquiry into Plants 13.5-4
Not analysed yet
Ἀλλ᾿ ἴδιον τοῦτο τοῦ βολβοῦ λέγεται, τὸ μὴ ἀπὸ πάντων βλαστάνειν ἅμα τῶν σπερμάτων, ἀλλὰ τοῦ μὲν αὐτοετὲς τοῦ δ᾿ εἰς νέωτα, καθάπερ τὸν αἰγίλωπά φασι καὶ τὸν λωτόν. τοῦτο μὲν οὖν εἴπερ ἀληθὲς κοινὸν ἑτέρων. κοινὸν δὲ ἴσως καὶ τὸ μέλλον λέγεσθαι, πλὴν οὐ πολλῶν, θαυμαστὸν δὲ ἐπὶ πάντων, ὅπερ ἐπί τε τῆς σκίλλης καὶ τοῦ ναρκίσσου συμβαίνει· τῶν μὲν γὰρ ἄλλων καὶ τῶν ἐξ ἀρχῆς φυτευομένων καὶ τῶν βλαστανόντων καθ᾿ ὥραν ἔτους τὸ φύλλον ἀνατέλλει πρῶτον, εἶθ᾿ ἥστερον ὁ καυλός· ἐπὶ δὲ τούτων ὁ καυλὸς πρότερον.