Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.5
Not analysed yet
(Γίνεται δὲ καὶ τό γε τῆς ῥόας ἄνθος πολὺ καὶ πυκνὸν καὶ ὅλως ὁ ὄγκος πλατὺς ὥσπερ ὁ τῶν ῥόδων· κάτωθεν δ᾿ ἑτεροῖος· οἷος δίωτος μικρὸς ὥσπερ ἐκτετραμμένος ὁ κύτινος ἔχων τὰ χείλη μυχώδη.) Φασὶ δέ τινες καὶ τῶν ὁμογενῶν τὰ μὲν ἀνθεῖν τὰ δ᾿ οὔ, καθάπερ τῶν φοινίκων τὸν μὲν ἄρρενα ἀνθεῖν τὸν δὲ θῆλυν οὐκ ἀνθεῖν ἀλλ᾿ εὐθὺ προφαίνειν τὸν καρπόν. Τὰ μὲν οὖν τῷ γένει ταὐτὰ τοιαύτην τὴν διαφορὰν ἔχει, καθάπερ ὅλως ὅσα μὴ δύναται τελεοκαρπεῖν. ἡ δὲ τοῦ ἄνθους φύσις ὅτι πλείους ἔχει διαφορὰς φανερὸν ἐκ τῶν προειρημένων.