Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.4
Not analysed yet
Ἄλλα δὲ ἰδιωτέρως, οἷον ὁ κιττὸς καὶ ἡ συκάμινος· ἐν αὐτοῖς μὲν γὰρ ἔχει τοῖς ὅλοις περικαρπίοις, οὐ μὴν οὕτε ἐπ᾿ ἄκροις οὕτ᾿ ἐπὶ περιειληφόσι καθ᾿ ἕκαστον, ἀλλ᾿ ἐν τοῖς ἀνὰ μέσον· εἰ μὴ ἄρα οὐ σύνδηλα διὰ τὸ χνοῶδες. Ἔστι δὲ καὶ ἄγονα τῶν ἀνθῶν ἔνια, καθάπερ ἐπὶ τῶν σικύων ἃ ἐκ τῶν ἄκρων φύεται τοῦ κλήματος, δι᾿ ὃ καὶ ἀφαιροῦσιν αὐτά· κωλύει γὰρ τὴν τοῦ σικύου βλάστησιν. φασὶ δὲ καὶ τῆς μηλέας τῆς Μηδικῆς ὅσα μὲν ἔχει τῶν ἀνθῶν ὥσπερ ἠλακάτην τινὰ πεφυκυῖαν ἐκ μέσου ταῦτ᾿ εἶναι γόνιμα, ὅσα δὲ μὴ ἔχει ταῦτ᾿ ἄγονα. εἰ δὲ καὶ ἐπ᾿ ἄλλου τινὸς ταῦτα συμβαίνει τῶν ἀνθοφόρων ὥστε ἄγονον ἄνθος φύειν εἴτε κεχωρισμένον εἴτε μή, σκεπτέον. ἐπεὶ γένη γε ἔνια καὶ ἀμπέλου καὶ ῥόας ἀδυνατεῖ τελεοκαρπεῖν, ἀλλὰ μέχρι τοῦ ἄνθους ἡ γένεσις.