Ancient Greek
Γ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.5-2
Not analysed yet
φύλλον δὲ τὸ μὲν καθ᾿ ἕκαστον μαλακόν, πρόμηκες ὡς τὸ τῆς πλατυφύλλου δάφνης, μεῖζον δὲ καὶ πλατύτερον καὶ περιφερέστερον ἐκ μέσου καὶ κάτωθεν, τὸ δ᾿ ἄκρον εἰς ὀξὺ μᾶλλον συνῆκον κύκλῳ δ᾿ ἔχον χαραγμόν· τὸ δὲ ὅλον, περὶ ἕνα μίσχον παχὺν καὶ ἰνώδη ὡσὰν κλωνίον τὰ μὲν ἔνθεν τὰ δὲ ἔνθεν κατὰ γόνυ καὶ συζυγίαν πεφύκασι τῶν φύλλων διέχοντα ἀπ᾿ ἀλλήλων, ἓν δὲ ἐξ ἄκρου τοῦ μίσχου. ὑπέρυθρα δὲ τὰ φύλλα ἐπιεικῶς καὶ χαῦνα καὶ σαρκώδη· φυλλορροεῖ δὲ τοῦτο ὅλον, διόπερ φύλλον ἄν τις εἴποι τὸ ὅλον. ἔχουσι δὲ καὶ οἱ κλῶνες οἱ νέοι γωνοειδῆ τινα.