Ancient Greek · ~2 min
Γ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.6
Not analysed yet
τὸ δ᾿ ἄνθος λευκὸν ἐκ μικρῶν λευκῶν πολλῶν ἐπὶ τῇ τοῦ μίσχου σχίσει κηριῶδες· εὐωδίαν δὲ ἔχει λειριώδη ἐπιβαρεῖαν. ἔχει δὲ καὶ τὸν καρπὸν ὁμοίως πρὸς ἑνὶ μίσχῳ παχεῖ βοτρυώδη δέ· γίνεται δὲ καταπεπαινόμενος μέλας, ὠμὸς δὲ ὢν ὀμφακώδης· μεγέθει δὲ μικρῷ μείζων ὀρόβου· τὴν ὑγρασίαν δὲ οἰνώδη τῇ ὄψει· καὶ τὰς χεῖρας τελειούμενοι βάπτονται καὶ τὰς κεφαλάς· ἔχει δὲ καὶ τὰ ἐντὸς σησαμοειδῆ τὴν ὄψιν.