Ancient Greek · ~5 min
Δ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.5-3
Not analysed yet
τάχα δ᾿ ἂν εἴη μακροβιώτατον τὸ πάντως δυνάμενον ἀνταρκεῖν, ὥσπερ ἡ ἐλάα καὶ τῷ στελέχει καὶ τῇ παραβλαστήσει καὶ τῷ δυσωλέθρους ἔχειν τὰς ῥίζας. δοκεῖ δὲ ὁ βίος τῆς γε μιᾶς εἶναι, καθ᾿ ὃν τὸ στέλεχος δεῖ τὴν ἀρχὴν τιθέντα μέτρον ἀναμετρεῖν τὸν χρόνον. μάλιστα περὶ ἔτη διακόσια. εἰ δ᾿ ὅπερ ἐπὶ τῶν ἀμπέλων λέγουσί τινες, ὡς παραιρουμένων τῶν ῥιζῶν κατὰ μέρος δύναται διαμένειν τὸ στέλεχος. καὶ ἡ ὅλη φύσις ὁμοία καὶ ὁμοιοφόρος ὁποσονοῦν χρόνον, μακροβιώτατον ἂν εἴη πάντων. φασὶ δὲδεῖν οὕτω ποιεῖν ὅταν ἤδη δοκῇ καταφέρεσθαι· κλήματά τε ἐπιβάλλειν καὶ καρποῦσθαι τὸν ἐνιαυτόν· μετὰ δὲ ταῦτα κατασκάψαντα ἐπὶ θάτερα τῆς ἀμπέλου περικαθᾶραι πάσας τὰς ῥίζας, εἶτ᾿ ἐμπλῆσαι φρυγάνων καὶ ἐπαμήσασθαι τὴν γῆν· τούτῳ μὲν οὖν τῷ ἔτει κακῶς φέρειν σφόδρα, τῷ δ᾿ ὑστέρῳ βέλτιον, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ καθίστασθαι καὶ φέρειν πολλοὺς καί καλούς, ὥστε μηδὲν διαφέρειν ἡ ὅτε ἤκμαζεν· ἐπειδὰν δὲ πάλιν ἀποπληγῇ, θάτερον μέρος παρασκάπτειν καὶ θεραπεύειν ὁμοίως, καὶ οὕτως αἰεὶ διαμένειν· ποιεῖν δὲ τοῦτο μάλιστα δι’ ἐτῶν δέκα· δι’ καὶ κόπτειν οὐδέποτε τοὺς τοῦτο ποιοῦντας, ἀλλ’ ἐπὶ γενεὰς πολλὰς ταὐτὰ τὰ στελέχη διαμένειν, ὥστε μηδὲ μεμνῆσθαι τοὺς φυτεύσαντας· τοῦτο μὲν οὖν ἴσως τῶν πεπειραμένων ἀκούοντα δεῖ πιστεύειν.