Ancient Greek · ~1 min
Δ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.4-3
Not analysed yet
ἐπεί, ἐὰν ἀληθὲς ᾖ, ὥς γέ τινές φασι, τὰς ἀμπέλους μακροβιωτάτας εἶναι τῷ μὴ φύειν ἑτέρας ἀλλ᾿ ἐξ αὐτῶι ἀεὶ συναναπληροῦσθαι, γελοῖον ἂν ἴσως δοκοίη τοιαύτη σύγκρισις ἐὰν μὴ μένῃ τὸ στέλεχος· αὕτη γὰρ οἶον ὑπόθεσις καὶ φύσις δένδρων. τοῦτο μὲν οὖν ὁποτέρως ποτὲ λεκτέον οὐθὲν ἂν διενέγκαι πρὸς τὰ νῦν.