Ancient Greek
I, Chapter 13
Theophrastus, Enquiry into Plants 13.6-4
Not analysed yet
Τὸ δὲ ἐρευθεδαιὸν φύλλον ὅμοιον κιττῷ πλὴν στρογγυλότερον· φύεται δ᾿ ἐπὶ γῆς ὥσπερ ἄγρωστις, φιλεῖ δὲ παλίσκια χωρία. οὐρητικὴ δέ, δι᾿ ὃ καὶ χρῶνται πρὸς τὰ τῆς ὀσφύος ἀλγήματα καὶ πρὸς τὰς ἰσχιάδας. Ἔνιαι δὲ ἰδιόμορφοί τινες, ὥσπερ ἥ τε τοῦ σκορπίου καλουμένου καὶ ἡ τοῦ πολυποδίου. ἡ μέν γὰρ ὁμοία σκορπίῳ καὶ χρησίμη δὲ πρὸς τὴν πληγὴν αὐτοῦ καὶ πρὸς ἄλλ᾿ ἄττα. ἡ δὲ τοῦ πολυποδίου δασεῖα καὶ ἔχουσα κοτυληδόνας, ὥσπερ αἱ τοῦ πολύποδος πλεκτάναι. καθαίρει δὲ κάτω· κὰν περιάψηταί τις οὔ φασιν ἐμφύεσθαι πολύπουν. ἔχει δὲ φύλλον ὅμοιον τῇ πτερίδι τῇ μεγάλῃ καὶ φύεται ἐν ταῖς πέτραις.