Ancient Greek · ~3 min
I, Chapter 14
Theophrastus, Enquiry into Plants 14.1-5
Not analysed yet
XIV. Πασῶν δὲ τῶν ῥιζῶν αἱ μὲν πλείω χρόνον αἱ δὲ ἐλάττω διαμένουσιν. ὁ μὲν γὰρ ἐλλέβορος καὶ τριάκοντα ἔτη χρήσιμος, ἡ δὲ ἀριστολοχία πέντε ἢ ἕξ, χαμαιλέων δὲ ὁ μέλας τετταράκοντα, κενταυρὶς δὲ δέκα ἢ δώδεκα· πίειρα δὲ ἡ ῥίζα καὶ πυκνή· πευκέδανον δὲ πέντε ἢ ἕξ, ἀμπέλου δὲ ἀγρίας ἐνιαυτόν, ἐὰν ἐν σκιᾷ ᾖ καὶ ἄπληκτος, εἰ δὲ μή, σαπρὰ καὶ σομφώδης· ἄλλαι δὲ ἄλλους ἔχουσαι χρόνους. πάντων δὲ ὅλως τῶν φαρμάκων πλεῖστον διαμένει χρόνον τὸ ἐλατήριον, καὶ τὸ παλαιότατον ἄριστον. ἰατρὸς δ᾿ οὖν τις ἔλεγεν οὐκ ἀλαζὼν οὐδὲ ψεύστης ὡς εἴη παρ᾿ αὐτῷ καὶ διακοσίων ἐτῶν θαυμαστὸν δὲ τῇ ἀρετῇ, δοῦναι δὲ αὐτῷ τινα δῶρον.