Ancient Greek
Η, Chapter 13
Theophrastus, Enquiry into Plants 13.7-2
Not analysed yet
Πρὸς μὲν οὖν τὰ ἄλλα τὰ συνάμφω ταῦτα ἴδια· πρὸς δὲ τὰ προανθοῦντα τῶν φύλλων καὶ τῶν καυλῶν, ὅπερ δοκεῖ ποιεῖν τὸ τίφυον καὶ ἕτερα τῶν ἀνθικῶν, ἔτι τε τῶν δένδρων ἡ ἀμυγδαλῆ μάλιστα ἢ μόνον, ὅτι ταῦτα μὲν ἅμα τῷ ἄνθει προφαίνει τὸ φύλλον ἢ εὐθὺς κατόπιν, ὥστε καὶ διαζητεῖσθαι περί τινων, ἐπὶ δὲ τούτων οἷον ἀφ᾿ ἑτέρας ἀρχῆς φαίνεται καὶ διὰ τὸ πλῆθος τῶν ἡμερῶν καὶ διὰ τὸ μὴ πρότερον βλαστάνειν πρὶν τοῦ μὲν τὸ ἄνθος τοῦ δὲ καὶ ὁ καυλὸς ὅλος ἀπογηράσῃ. ἡ δὲ βλάστησις προτέρα μὲν τῆς σκίλλης, ὑστέρα δὲ τοῦ ναρκίσσου· πολὺ δὲ πλέον τὸ φύλλον οὗτος ἀφίησι, καί ἐστιν ἡ ῥίζα αὐτὴ μικρὰ καὶ οὐ μεγάλη, προσεμφερὴς δὲ κατὰ τὸ σχῆμα τῷ βολβῷ, πλὴν οὐ λεπυριώδης. ταῦτα μὲν οὖν ἔχει σκέψιν.