Ancient Greek · ~2 min
Η, Chapter 13
Theophrastus, Enquiry into Plants 13.8
Not analysed yet
Τῶν δὲ βολβῶν ὅτι πλείω γένη φανερόν, καὶ γὰρ τῷ μεγέθει καὶ τῇ χρόᾳ καὶ τοῖς σχήμασι διαφέρουσι καὶ τοῖς χυλοῖς· ἐνιαχοῦ γὰρ οὕτω γλυκεῖς ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, καθάπερ ἐν Χερρονήσῳ τῇ Ταυρικῇ. μεγίστη δὲ καὶ ἰδιωτάτη διαφορὰ τῶν ἐριοφόρων· ἔστι γάρ τι γένος τοιοῦτον, ὃ φύεται μὲν ἐν αἰγιαλοῖς ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνα μέσον εἶναι τοῦ τε ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω· ὑφαίνεται δὲ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια· δι᾿ ὃ καὶ ἐριῶδες τοῦτο καὶ οὐχ ὥσπερ τὸ ἐν Ἰνδοῖς τριχῶδες.