Ancient Greek
Η, Chapter 14
Theophrastus, Enquiry into Plants 14.1-4
Not analysed yet
XIV. Ἴδια δὲ καὶ ταῦτα ἐν τοῖς ποιώδεσιν, οἶον τό ἐπὶ τοῦ ἀδιάντου συμβαῖνον· οὐδὲ γὰρ ὑγραίνεται τὸ φύλλον βρεχόμενον οὐδ᾿ ἐπίδροσόν ἐστι διὰ τὸ μὴ τὴν νοτίαν ἐπιμένειν, ὅθεν καὶ ἡ προσηγορία. γένη δὲ αὐτοῦ δύο, τὸ μὲν λευκὸν τὸ δὲ μέλαν, χρήσιμα δ᾿ ἀμφότερα πρὸς ἔκρυσιν κεφαλῆς τριχῶν ἐν ἐλαίῳ τριβόμενα. φύεται δὲ μαλιστα πρὸς τὰ ὑδρηλά. ὡς δὲ οἴονταί τινες, καὶ πρὸς στραγγουρίαν τὸ τριχομανὲς ποιεῖ· ἔχει δὲ τὸν καυλὸν ὅμοιον τῷ ἀδιάντῳ τῷ μέλανι. φύλλα δὲ μικρὰ σφόδρα καὶ πυκνὶ καὶ πεφυκότα καταντικρὺ ἀλλήλων, ῥίζα δὲ οὐχ ὕπεστι· χωρία δὲ φιλεῖ σκιερά.