Ancient Greek · ~2 min
Η, Chapter 13
Theophrastus, Enquiry into Plants 13.9
Not analysed yet
Πλείω δὲ καὶ τὰ βολβώδη καὶ ἐλάττω. ταῦτα δὲ καθάπερ τὸ λευκόιον καὶ βολβίνη καὶ ὀπιτίων καὶ κύϊξ καὶ τρόπον τινὶ τὸ σισυρίγχιον. βολβώδη δὲ ταῦτα ὅτι στρογγύλα ταῖς ῥίζαις· ἐπεὶ τοῖς γε χρώμασι λευκὰ καὶ οὐ λεπυριώδη. ἴδιον δὲ τοῦ σισυριγχίου τὸ τῆς ῥίζης αὐξάνεσθαι τὸ κάτω πρῶτον, ὃ καλοῦσι χειμῶνα, τοῦ δ᾿ ἦρος ὑποφαίνοντος τοῦτο μὲν ταπεινοῦσθαι τὸ δ᾿ ἄνω τὸ ἐδώδιμον αὐξάνεσθαι. καὶ τὰ μὲν τοιαύτας ἔχει τὰς διαφοράς.