Ancient Greek · ~2 min
Δ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.14
Not analysed yet
Ἀλλὰ γὰρ αἱ μὲν νόσοι πόσαι τε καὶ ποῖαι καὶ τίνες γίνονται καὶ πάλιν αἱ δι’ ὑπερβολὴν χειμῶνος ἡ καυμάτων φθοραὶ καὶ αἱ διὰ πνευμάτων ψυχρότητα ἡ θερμότητα διὰ τούτων θεωρείσθωσαν· ὦν ἐνίας οὐθὲν ἂν κωλύοι καὶ τοῖς ἀγρίοις εἶναι κοινὰς καὶ κατὰ τὴν ὅλην τῶν δένδρων φθορὰν καὶ ἔτι μᾶλλον κατὰ τὴν τῶν καρπῶν· ὃ καὶ συμβαῖνον ὁρῶμεν· οὐκ εὐκαρπεῖ γὰρ οὐδ᾿ ἐκεῖνα πολλάκις, ἀλλ᾿ οὐχ ὁμοίως οἶμαι παρατετήρηται.