Ancient Greek · ~2 min
Δ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.13
Not analysed yet
Tὰ δ’ ἐκπαγέντα, ὅταν μὴ τελέως ἀπόληται. τάχιστα ἀναβλαστάνει, ὥστε εὐθὺς τὴν ἄμπελον καρποφορεῖν, ὥσπερ ἐν Θετταλίᾳ. ἐν δὲ τῷ Πόντῳ περὶ Παντικάπαιον αἱ μὲν ἐκπήξεις γίνονται διχῶς, ὁτὲ μὲν ὑπὸ ψύχους ἐὰν χειμέριον ᾖ τὸ ἔτος, ὁτὲ δὲ ὑπὸ πάγων ἐάν γε πολὺν χρόνον διαμένωσι. ἀμφότερα δὲ μάλιστα γίγνονται μετὰ τροπὰς περὶ τὰς τετταράκοντα. γίνονται δὲ οἱ μὲν πάγοι ταῖς αἰθρίαις, τὰ δὲ ψύχη μάλιστα ὑφ’ ὦν ἡ ἔκπηξις ὅταν αἰθρίας οὔσης αἱ λεπίδες καταφέρωνται. ταῦτα δ’ ἐστὶν ὥσπερ τὰ ξύσματα πλὴν πλατύτερα, καὶ φερόμενα φανερὰ πεσόντα δὲ οὐ διαμένει· περὶ δὲ τὴν Θράκην ἐκπήγνυνται.