Ancient Greek · ~4 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.2
Not analysed yet
Ἰδιωτάτη δὲ ἡ ἐκ τοῦ στελέχους ἔκφυσις. ὥσπερ τῆς ἐν Αἰγύπτῳ συκαμίνου· ταύτην γάρ φασι φέρειν ἐκ τοῦ στελέχους· οἱ δὲ ταύτῃ τε καὶ ἐκ τῶν ἀκρεμόνων, ὥσπερ τὴν κερωνίαν· αὕτη γὰρ καὶ ἐκ τούτων φέρει πλὴν οὐ πολύν· καλοῦσι δὲ κερωνίαν ἀφ᾿ ἧς τὰ σῦκα τὰ Αἰγύπτια καλούμενα. ἔστι δὲ καὶ τὰ μὲν ἀκρόκαρπα τῶν δένδρων και ὅλως τῶν φυτῶν τὰ δὲ πλαγιόκαρπα τὰ δ᾿ ἀμφοτερως. πλείω δ᾿ ἀκρόκαρπα τῶν ἄλλων ἢ τῶν δένδρων, οἷον τῶν τε σιτηρῶν τὰ σταχυώδη καὶ τῶν θαμνωδῶν ἐρείκη καὶ σπειραία καὶ ἄγνος καὶ ἄλλ᾿ ἄττα καὶ τῶν λαχανωδῶν τὰ κεφαλόρριζα. ἐξ ἀμφοτέρων δὲ καὶ τῶν δένδρων ἔνια καὶ τῶν λαχανωδῶν, οἷον βλίτον ἀδράφαξυς ῥάφανος· ἐπεὶ καὶ ἐλάα ποιεῖ πως τοῦτο, καί φασιν ὅταν ἄκρον ἐνέγκῃ σημεῖον εὐφορίας εἶναι. ἀκρόκαρπος δέ πως καὶ ὁ φοῖνιξ· πλὴν τοῦτό γε καὶ ἀκρόφυλλον καὶ ἀκρόβλαστον· ὅλως γὰρ ἐν τῷ ἄνω πᾶν τὸ ζωτικόν. τὰς μὲν οὖν κατὰ τὰ μέρη διαφορὰς πειρατέον ἐκ τούτων θεωρεῖν.