Ancient Greek
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.3
Not analysed yet
Αἱ δὲ τοιαῦται τῆς ὅλης οὐσίας φαίνονται· δῆλον ὅτι τὰ μὲν ἥμερα τὰ δ᾿ ἄγρια· καὶ τὰ μὲν κάρπιμα τὰ δ᾿ ἄκαρπα· καὶ ἀείφυλλα καὶ φυλλοβολα, καθάπερ ἐλέχθη, τὰ δ᾿ ὅλως ἄφυλλα· καὶ τὰ μὲν ἀνθητικὰ τὰ δ᾿ ἀνανθῆ· καὶ πρωιβλαστῆ δὲ καὶ πρωΐκαρπα τὰ δὲ ὀψιβλαστῆ καὶ ὀψίκαρπα· ὡσαύτως δὲ καὶ ὅσα παραπλήσια τούτοις. και πως τά γε τοιαῦτα ἐν τοῖς μέρεσιν ἢ οὐκ ἄνευ τῶν μερῶν ἐστιν. ἀλλ᾿ ἐκείνη ἰδιωτάτη καὶ τροπόν τινα μεγίστη διάστασις, ἥπερ καὶ ἐπὶ τῶν ζώων, ὅτι τὰ μὲν ἔνυδρα τὰ δὲ χερσαῖα· καὶ γὰρ τῶν φυτῶν ἔστι τι τοιοῦτον γένος ὃ οὐ δύναται φύεσθαι μὴ ἐν ὑγρῷ· τὰ δὲ φύεται μέν, οὐχ ὅμοια δὲ ἀλλὰ χείρω.