Ancient Greek · ~2 min
I, Chapter 14
Theophrastus, Enquiry into Plants 14.4-3
Not analysed yet
Πᾶσαν δὲ χείρω γίνεσθαι ῥίζαν, ἐὰν ἐάσῃ τις τελειωθῆναι καὶ ἁδρυνθῆναι τὸν καρπόν· ὡσαύτως δὲ καὶ τὸν καρπόν, ἐὰν ὀπίσῃς τὴν ῥίζαν· ὡς ἐπὶ τὸ πολὺ δὲ αἱ φαρμακώδεις οὐκ ὀπίζονται, ὧν δ᾿ ἂν τὰ σπέρματα φαρμακώδη, αὗται δὴ ὀπίζονται· χρῆσθαι δέ τινές φασι μᾶλλον ταῖς ῥίζαις, ὅτι ἰσχυρότερος ὁ καρπὸς ὥσθ᾿ ὑπενεγκεῖν τὸ σῶμα. φαίνεται δὲ οὐ καθ᾿ ὅλου τοῦτο ἀληθές· ἐπεὶ καὶ οἱ ἐν Ἀντικύρᾳ τοῦ σησαμώδους διδόασιν, .