Ancient Greek
I, Chapter 15
Theophrastus, Enquiry into Plants 15.1-4
Not analysed yet
XV. Φαρμακώδεις δὲ δοκοῦσιν εἶναι τόποι μάλιστα τῶν μὲν ἔξω τῆς Ἑλλάδος οἱ περὶ τὴν Τυρρηνίαν καὶ τὴν Λατίνην, ἐν ᾗ καὶ τὴν Κίρκην εἶναι λέγουσιν· καὶ ἔτι μᾶλλόν γε, ὡς Ὅμηρός φησι, τὰ περὶ Αἴγυπτον· ἐκεῖθεν γὰρ τὴν Ἑλένην φησὶ λαβεῖν “ἐσθλὰ τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις Αἰγυπτίη· τόθι πλεῖστα φύει ζείδωρος ἄρουρα φάρμακα, πολλὰ μὲν ἐσθλὰ τετυγμένα πολλὰ δὲ λυγρά.” ᾧν δὴ καὶ τὸ νηπενθὲς ἐκεῖνό φησιν εἶναι καὶ ἄχολον, ὥστε λήθην ποιεῖν καὶ ἀπάθειαν τῶν κακῶν. καὶ σχεδὸν αὗται μὲν ἐοίκασιν ὥσπερ ὑπὸ τῶν ποιητῶν ὑποδεδεῖχθαι. καὶ γὰρ Αἰσχύλος ἐν ταῖς ἐλεγείαις ὡς πολυφάρμακον λέγει τὴν Τυρρηνίαν· “Τυρρηνὸν γενεάν, φαρμακοποιὸν ἔθνος.”