Ancient Greek · ~2 min
Δ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.7
Not analysed yet
Μεγάλα δὲ ξυμβάλλεται καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ τῶν περισκαπτόντων εἰς τὸ μὴ φέρειν τὰς μεταβολὰς ἡ καυμάτων ἢ χειμώνων· ἀσθενὲς γὰρ ἂν διὰ τὴν ἕλκωσιν καὶ τὸν πόνον εὐχειρωτότατόν ἐστι ταῖς ὑπερβολαῖς. σχεδὸν δέ, ὧς τινες οἴονται, τὰ πλεῖστα τῶν νοσημάτων ἀπὸ πληγῆς γίνεται· καὶ γὰρ τὰ ἀστρόβλητα καλούμενα καὶ τὰ σφακελίζοντα διὰ τὸ ἀπὸ ταύτης εἶναι τῶν ῥιζῶν τὸν πόνον. οἴονται δὲ καὶ δύο ταύτας εἶναι μόνας νόσους· οὐ μὴν ἀλλὰ τοῦτό γ ’οὐκ ἄγαν ὁμολογούμενόν ἐστι.