Ancient Greek · ~2 min
Δ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.8
Not analysed yet
Ἔνιαι δὲ πηρώσεις οὐκ εἰς φθορὰν γίνονται ὅλων ἀλλ’ εἰς ἀκαρπίαν· οἶον ἐάν τις τῆς πίτυος ἀφέλῃ τὸ ἄκρον ἡ τοῦ φοίνικος, ἄκαρπα γίνεσθαι ἄμφω δοκεῖ καὶ οὐχ ὅλως ἀναιρεῖσθαι. Γίνονται δὲ νόσοι καὶ τῶν καρπῶν αὐτῶν, ἐὰν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ οὐράνια γένηται· συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, οἶον τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀναξηραινομένους παρὰ τὸ δέον. χείριστον δὲ ἐὰν ἀπανθοῦσί τισιν ἐφύσῃ, καθάπερ ἐλάᾳ καὶ ἀμπέλῳ· συναπορρεῖ γὰρ ὁ καρπὸς δι’ ἀσθένειαν.