Ancient Greek
Γ, Chapter 15
Theophrastus, Enquiry into Plants 15.2
Not analysed yet
γένη δὲ δύο ἀμφοῖν· αἱ μὲν γὰρ στρογγύλον αἱ δὲ πρόμακρον φέρουσι τὸ κάρυον· ἐκλευκότερον δὲ τὸ τῶν ἡμέρων. καὶ καλλικαρπεῖ μάλιστά γ᾿ ἐν τοῖς ἐφ ύδροις. ἐξημεροῦται δὲ τὰ ἄγρια μεταφυτευόμενα. φλοιὸν δ᾿ ἔχει λεῖον ἐπιπόλαιον λεπτὸν λιπαρὸν ἰδίως στιγμὰς λευκὰς ἔχοντα ἐν αὐτῷ· τὸ δὲ ξύλον σφόδρα γλίσχρον, ὥστε καὶ τὰ λεπτὰ πάνυ ῥαβδία περιλοπίσαντες κανέα ποιοῦσι, καὶ τὰ παχέα δὲ καταξύσαντες. ἔχει δὲ καὶ ἐντεριώνην λεπτὴν ξανθήν, ᾗ κοιλαίνεται. ἴδιον δ᾿ αὐτῶν τὸ περὶ τὸν ἴουλον, ὥσπερ εἴπομεν.