Ancient Greek · ~2 min
Γ, Chapter 15
Theophrastus, Enquiry into Plants 15.1
Not analysed yet
XV. Ἡ δὲ Ἡρακλεωτικὴ καρύα—φ ύσει γὰρ καὶ τοῦτ᾿ ἄγριον τῷ τε μηδὲν ἢ μὴ πολὺ χείρω γίνεσθαι τῶν ἡμέρων τὸν καρπόν, καὶ τῷ δύνασθαι χειμῶνας ὑποφέρειν καὶ τῷ πολὺ φύεσθαι κατὰ τὰ ὄρη καὶ πολύκαρπον ἐν τοῖς ὀρείοις· ἔτι δὲ τῷ μηδὲ στελεχῶδες ἀλλὰ θαμνῶδες εἶναι ῥάβδοις ἄνευ μασχαλῶν καὶ ἀνόζοις μακραῖς δὲ καὶ παχείαις ἐνίαις· —οὐ μὴν ἀλλὰ καὶ ἐξημεροῦται. διαφορὰν δὲ ἔχει τῷ τὸν καρπὸν ἀποδιδόναι βελτίω καὶ μεῖζον τὸ φύλλον· κεχαραγμένον δ᾿ ἀμφοῖν· ὁμοιότατον τὸ τῆς κλήθρας, πλὴν πλατύτερον καὶ αὐτὸ τὸ δένδρον μεῖζον. καρπιμώτερον δ᾿ αἰεὶ γίνεται κατακοπτόμενον τὰς ῥάβδους.