Ancient Greek
Δ, Chapter 15
Theophrastus, Enquiry into Plants 15.2-2
Not analysed yet
Καὶ γὰρ φλοιορραγῆ ἔνια τῶν δένδρων ἐστίν, ὥσπερ καὶ ἡ ἀνδράχλη καὶ ἡ πλάτανος. ὡς δέ τινες οἴονται, πάλιν ὑποφύεται νέος, ὁ δὲ ἔξωθεν ἀποξηραίνεται καὶ ῥήγνυται καὶ αὐτόματος ἀποπίπτει πολλῶν, ἀλλ᾿ οὐχ ὁμοίως ἐπίδηλος. φθείρονται μὲν οὖν, ὡς οἴονται, πάντα περιαιρουμένου, διαφέρει δὲ τῷ θᾶττον καὶ βραδύτερον καὶ μᾶλλον και ἧττον. ἔνια γὰρ πλείω χρόνον διαμένει, καθάπερ συκῆ καὶ φίλυρα καὶ δρῦς· οἱ δὲ καὶ ζῆν φασι ταῦτα, ζῆν δὲ καὶ πτελέαν καὶ φοίνικα· τῆς δὲ φιλύρας καὶ συμφύεσθαι τὸν φλοιὸν πλὴν μικροῦ· τῶν δὲ ἄλλων οἶον πωροῦσθαι καὶ ἰδίαν τινὰ φύσιν ἔχειν. βοηθεῖν δὲ πειρῶνται διαπλάττοντες πηλῷ καὶ περιδοῦντες φλοιοῖς καὶ καλάμοις καὶ τοῖς τοιούτοις, ὅπως μὴ ψύχηται μηδ’ ἀποξηραίνηται. καὶ ἤδη φασί που ἀναφῦναι, καθάπερ καὶ ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, τὰς συκᾶς.