Ancient Greek · ~2 min
Δ, Chapter 15
Theophrastus, Enquiry into Plants 15.3-2
Not analysed yet
δεῖ δὲ ἄμα τῇ τῆς χώρας ἀρετῇ καὶ τῇ τοῦ ἀέρος κράσει καὶ τὰ ἐπιγιγνόμενα τοιαῦτα εἶναι· χειμώνων γὰρ ἢ καυμάτων ἐπιγινομένων σφοδρῶν εὐθὺς ἀπόλλυνται· διαφέρουσι δὲ καὶ αἱ ὦραι· περὶ γὰρ τὴν βλάστησιν ἐλάτης ἢ πεύκης, ὅτε καὶ λοπῶσι, τοῦ Θαργηλιῶνος ἢ Σκιρροφοριῶνος ἄν τις περιέλῃ, παραχρῆμα ἀπόλλυται. τοῦ δὲ χειμῶνος πλείω χρόνον ἀντέχει καὶ ἔτι μᾶλλον τὰ ἰσχυρότατα, καθάπερ πρῖνος καὶ δρῦς· χρονιωτέρα γὰρ ἡ τούτων φθορά.