Ancient Greek · ~1 min
I, Chapter 15
Theophrastus, Enquiry into Plants 15.3-4
Not analysed yet
Περὶ δὲ τὴν Θρᾴκην εἶναι μὲν καὶ ἑτέρας οὐκ ὀλίγας, ἰσχυροτάτην δὲ ὡς εἰπεῖν τὴν ἴσχαιμον, ἣν δὴ λέγουσιν οἱ μὲν κεντηθείσης τῆς φλεβὸς οἱ δὲ καὶ σφοδροτέρως διατμηθείσης ἴσχειν καὶ κωλύειν τὴν χύσιν. τῶν μὲν οὖν ἔξω τόπων οἱ φαρμακωδέστατοι οὗτοι.