Ancient Greek
I, Chapter 15
Theophrastus, Enquiry into Plants 15.2-3
Not analysed yet
Οἱ δὲ τόποι πάντες πως φαίνονται μετέχειν τῶν φαρμάκων, ἀλλὰ τῷ μᾶλλον καὶ ἧττον διαφέρειν· καὶ γὰρ οἱ πρὸς ἄρκτον καὶ μεσημβρίαν καὶ οἱ πρὸς ἀνατολὰς ἔχουσι θαυμαστὰς δυνάμεις. ἐν Αἰθιοπίᾳ γὰρ ᾗ τοὺς ὀιστοὺς χρίουσι ῥίζα τίς ἐστι θανατηφόρος. ἐν δὲ Σκύθαις αὕτη τε καὶ ἕτεραι πλείους, αἱ μὲν παραχρῆμα ἀπαλλάττουσαι τοὺς προσενεγκαμένους, αἱ δ᾿ ἐν χρόιοις αἱ μὲν ἐλάττοσιν αἱ δ᾿ ἐν πλείοσιν, ὥστ ἐνίους καταφθίνειν. ἐν Ἰνδοῖς δὲ καὶ ἕτερα γένη πλείω, περιττότατα δέ, εἴπερ ἀληθῆ λέγουσιν, ἥ τε δυναμένη τὸ αἷμα διαχεῖν καὶ οἶον ὑποφεύγειν, καὶ πάλιν ἡ συνάγουσα καὶ πρὸς ἑαυτὴν ἐπισπωμένη, ἃ δή φασιν εὑρῆσθαι πρὸς τὰ τῶν ὀφιδίων τῶν θανατηφόρων δήγματα.