Ancient Greek · ~2 min
Γ, Chapter 15
Theophrastus, Enquiry into Plants 15.6
Not analysed yet
Πλήθει δὲ πολὺ κράταιγός ἐστιν, οἱ δὲ κραταιγόνα καλοῦσιν· ἔχει δὲ τὸ μὲν φ ὕλλον ὅμοιον μεσπίλῃ τετανόν, πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον ἢ προμηκέστερον, τὸν δὲ χαραγμὸν οὐκ ἔχον ὥσπερ ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὕτε παχύ· τὸ δὲ ξύλον ποικίλον ἰσχυρὸν ξανθόν· ἔχει δὲ φλοιὸν λεῖον ὅμοιον μεσπίλῃ· μονόρριζον δ᾿ εἰς βάθος ὡς ἐπὶ τὸ πολύ. καρπὸν δ᾿ ἔχει στρογγύλον ἡλίκον ὁ κότινος· πεπαινόμενος δὲ ξανθύνεται καὶ ἐπιμελαίνεται· κατὰ δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπιλῶδες· διόπερ οἷον ἀγρία μεσπίλη δόξειεν ἂν εἶναι. μονοειδὲς δὲ καὶ οὐκ ἔχον διαφοράς.