Ancient Greek · ~3 min
Γ, Chapter 16
Theophrastus, Enquiry into Plants 16.1
Not analysed yet
XVI. Ὁ δὲ πρῖνος φύλλον μὲν ἔχει δρυῶδες, ἔλαττον δὲ καὶ ἐπακανθίζον, τὸν δὲ φλοιὸν λειότερον δρυός. αὐτὸ δὲ τὸ δένδρον μέγα, καθάπερ ἡ δρῦς, ἐὰν ἔχῃ τόπον καὶ ἔδαφος· ξύλον δὲ πυκνὸν καὶ ἰσχυρόν· βαθύρριζον δὲ ἐπιεικῶς καὶ πολύρριζον. καρπὸν δὲ ἔχει βαλανώδη· μικρὰ δὲ ἡ βάλανος· περικαταλαμβάνει δὲ ὁ νέος τὸν ἔνον· ὀψὲ γὰρ πεπαίνει, δι᾿ ὃ καὶ διφορεῖν τινές φασι. φέρει δὲ παρὰ τὴν βάλανον καὶ κόκκον τινὰ φοινικοῦν· ἴσχει δὲ καὶ ἰξίαν καὶ ὑφέαρ· ὥστε ἐνίοτε συμβαίνει τέτταρας ἅμα καρποὺς ἔχειν αὐτόν, δύο μὲν τοὺς ἑαυτοῦ δύο δ᾿ ἄλλους τόν τε τῆς ἰξίας καὶ τὸν τοῦ ὑφέαρος. καὶ τὴν μὲν ἰξίαν φέρει ἐκ τῶν πρὸς βορρᾶν, τὸ δὲ ὑφεαρ ἐκ τῶν πρὸς μεσημβρίαν.