Ancient Greek · ~2 min
16.5 to 16.6
Theophrastus, Enquiry into Plants 16.5-6
Not analysed yet
Παρόμοιον δὲ τὸ φύλλον καὶ ἡ ἀνδράχλη ἔχει τῷ κομάρῳ, μέγεθος οὐκ ἄγαν μέγα· τὸν δὲ φλοιὸν λεῖον ἔχει καὶ περιρρηγνύμενον· καρπὸν δ᾿ ἔχει ὅμοιον τῇ κομάρῳ. Ὅμοιον δ᾿ ἐστὶ τούτοις τὸ φύλλον καὶ τὸ τῆς κοκκυγέας· τὸ δὲ δένδρον μικρόν. ἴδιον δὲ ἔχει τὸ ἐκπαπποῦσθαι τὸν καρπόν· τοῦτο γὰρ οὐδ᾿ ἐφ' ἑνὸς ἀκηκόαμεν ἄλλου δένδρου. ταῦτα μὲν οὖν κοινότερα πλείοσι χώραις καὶ τόποις.