Ancient Greek · ~3 min
Γ, Chapter 16
Theophrastus, Enquiry into Plants 16.4
Not analysed yet
Ἡ δὲ κόμαρος, ἡ τὸ μεμαίκυλον φέρουσα τὸ ἐδώδιμον, ἐστὶ μὲν οὐκ ἄγαν μέγα, τὸν δὲ φλοιὸν ἔχει λεπτὸν μὲν παρόμοιον μυρίκῃ, τὸ δὲ φύλλον μεταξὺ πρίνου καὶ δάφνης. ἀνθεῖ δὲ τοῦ Πυανεψιῶνος· τὰ δὲ ἄνθη πέφυκεν ἀπὸ μιᾶς κρεμάστρας ἐπ᾿ ἄκρων βοτρυδόν· τὴν δὲ μορφὴν ἕκαστόν ἐστιν ὅμοιον μύρτῳ προμήκει καὶ τῷ μεγέθει δὲ σχεδὸν τηλικοῦτον· ἄφυλλον δὲ καὶ κοῖλον ὥσπερ ὠὸν ἐκκεκολαμμένον τὸ στόμα δὲ ἀνεῳγμένον· ὅταν δ᾿ ἀπανθήσῃ, καὶ ἡ πρόσφυσις τετρύπηται, τὸ δ᾿ ἀπανθῆσαν λεπτὸν καὶ ὥσπερ σφόνδυλος περὶ ἄτρακτον ἢ κάρνειος Δωρικός· ὁ δὲ καρπὸς ἐνιαυτῷ πεπαίνεται, ὥσθ᾿ ἅμα συμβαίνει τοῦτόν τ᾿ ἔχειν καὶ τὸν ἕτερον ἀνθεῖν.