Ancient Greek
Δ, Chapter 16
Theophrastus, Enquiry into Plants 16.5-2
Not analysed yet
Κοινὴ δὲ φθορὰ πάντων κἂν αἱ ῥίζαι περικοπῶσιν ἡ πᾶσαι ἣ αἱ πλεῖσται καὶ μέγισται καὶ κυριώταται τοῦ ζῆν. αὗται μὲν οὖν ἐξ ἀφαιρέσεως. Ἡ δ’ ὑπὸ τοῦ ἐλαίου προσθέσει τινὶ μᾶλλον ἢ ἀφαιρέσει· πολέμιον γὰρ δὴ καὶ τοῦτο πᾶσι· καὶ ἔλαιον ἐπιχέουσι τοῖς ὑπολείμμασι τῶν ῥιζῶν. ἰσχύει δὲ μᾶλλον τὸ ἔλαιον ἐν τοῖς νέοις καὶ ἄρτι φυομένοις· ἀσθενέστερα γάρ, δι’ ὃ καὶ ἅπτεσθσ. κσλύουσι. Φθοραὶ δὲ καὶ ὑπ’ ἀλλήλων εἰσὶ τῷ παραιρεῖσθαι τὰς τροφὰς καὶ ἐν τοῖς ἄλλοις ἐμποδίζειν. χαλεπὸς δὲ καὶ ὁ κιττὸς παραφυόμενος, χαλεπὸς δὲ καὶ ὁ κύτισος· ἀπόλλυσι γὰρ πάνθ’ ὡς εἰπεῖν· ἰσχυρότερον δὲ τούτου τὸ ἄλιμον· ἀπόλλυσι γὰρ τὸν κύτισον.